Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae περὶ καταφάσεως καὶ ἀποφάσεως.
Not analysed yet
μετὰ ταῦτα τοίνυν περὶ καταφάσεως σκεπτέον πῶς λέγομεν. φαμὲν οὖν πᾶσαν κατηγορίαν ᾖ δηλοῦμεν ὑπάρχειν τι κατάφασιν εἶναι, οἷον τὸ καθῆσθαι τὸν ἄνθρωπον ἢ λευκὸν εἶναι τὸ ἱμάτιον καὶ πάντα τὰ τοῦτον τὸν τρόπον λεγόμενα. ἀπόφασις δέ ἐστι τοιοῦτον οἷον τὸ μὴ καθῆσθαι τὸν ἄνθρωπον καὶ τὸ μὴ λευκὸν εἶναι τὸ ἱμάτιον καὶ ἀπλῶς οὗ τὸ μὴ ἢ τὸ οὐ προστεθὲν σημαίνει μὴ ὑπάρχειν τι.