# Divisiones Aristoteleae τὰ ζῷα — γένος καὶ εἶδος.

Aristotle, Divisiones Aristoteleae, Book B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%CF%84%E1%BD%B0%20%CE%B6%E1%BF%B7%CE%B1%20%E2%80%94%20%CE%B3%CE%AD%CE%BD%CE%BF%CF%82%20%CE%BA%CE%B1%E1%BD%B6%20%CE%B5%E1%BC%B6%CE%B4%CE%BF%CF%82.

σκεπτέον ἥτις ἐστὶ τῶν ζῴων πρὸς ἄλληλα διαφορά. φαμὲν οὖν εἶναι τῶν ζῴων τὰ μὲν θνητά, τὰ δὲ ἀθάνατα. θνητὰ μὲν οὖν εἰσι ὅσα πέφυκε φθείρεσθαι καὶ αἵματος κοινωνεῖν, οἷον ἄνθρωπος καὶ βοῦς καὶ τὰ τοιαῦτα τῶν ζῴων· ἀθάνατα δὲ οἷον ἄγγελοι. τῶν δὲ θνητῶν ζῴων τὰ μέν ἐστι πτηνά, τὰ δὲ ἔνυδρα, τὰ δὲ πεζά. πεζὰ μὲν οὖν εἰσὶν οἷον ἄνθρωπος κύων ἵππος καὶ τὰ τοιαῦτα ⟨, ἔνυδρα δὲ . . . . . . . . . τὰ τ οιαῦτα〉 καὶ ἀπλῶς οἷς ἡ διαγωγὴ ἐν ὑγρῷ ἐστι, πτηνὰ δὲ οἷον ὄρνιθες καὶ σφῆκες καὶ μέλισσαι καὶ ἄλλα ὅσα [τοιαῦτα ἃ] διὰ τῆς οἰκείας φύσεως ὀχοῦνται κατὰ τὸν ἀέρα. πάντα δὲ τὰ τοιαῦτα καὶ κατὰ ψυχὴν καὶ κατὰ τὸ σῶμα δοκεῖ διαφέρειν ἀλλήλων. ὅτι μὲν οὖν κοινῶς κατὰ πάντων τούτων κατηγορεῖται ζῷον εἶναι δῆλον, διαφορὰν δέ τινα ἔχει τούτων ἕκαστον καθάπερ εἴπομεν· τὸ μὲν γὰρ αὐτῶν πεζόν, τὸ δὲ ἔνυδρον, τὸ δὲ πτηνόν, τὸ δὲ ἀθάνατον. τὸ δὲ κοινὸν κατηγορούμενον ἐφ’ ἀπάντων φαμὲν εἶναι τὸ γένρς. ἕκαστον δὲ τούτων ἐστὶ ζῷον, τὰ δὲ διαιρεθέντα τῶν ζῴων λεκτέον εἴδη εἶναι. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ σχήματος καὶ ἀριθμοῦ. τοῦ τε γὰρ τριγώνου καὶ τῶν λοιπῶν κοινόν φαμεν εἶναι τὸ σχῆμα· τούτων γὰρ ἕκαστόν ἐστιν ὅπερ ὑπάρχει σχῆμά τι. δῆλον οὖν ὅτι τὸ μὲν σχῆμα γένος ἂν εἴη τούτων, ταῦτα δὲ τοῦ σχήματος εἴδη· τὸ γὰρ σχῆμα διαιρήσομεν εἰς τρίγωνον καὶ τετράγωνον καὶ τὰ λοιπά. ὁμοίως δὲ καὶ τὸ περιττὸν καὶ τὸ ἄρτιον εἴδη τοῦ ἀριθμοῦ ἐστι. κοινῇ γὰρ αὐτῶν κατηγορεῖται ὁ ἀριθμός. ἐπεὶ δὲ τὸ μὲν γένος δρκεῖ. - - πρότερον εἶναι τοῦ εἴδους, τὸ δὲ πρότερον οὐχ ἁπλῶς λέγεταῖ, εἴπῶμεν περὶ αὐτοῦ.

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
