Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae τὰ ἐν φιλοσοφίᾳ προβλήματα.
Not analysed yet
διαιρεῖται τὰ ἐν φιλοσοφίᾳ προβλήματα εἰς πέντε. ἔστι γὰρ αὐτῶν ἓν μὲν πολιτικόν, ἓν δὲ διαλεκτικόν, ἓν δὲ φυσικόν, ἓν δὲ ἠθικόν, ἓν δὲ ῥητορικόν. πολιτικὸν μὲν οὖν ἐστι τὸ ὑπὲρ νόμων καί τινων τιμωριῶν προβαλλόμενον, οἷον πότερον δεῖ κολάζειν τὰ ξενικὰ ἁμαρτήματα ἢ τὰ πολιτικὰ ἢ ἀνόμοια ἢ τἄλλα τὰ τοιαῦτα. διαλεκτικὸν δέ, οἷον πότερον τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη’ ἢ ἑτέρα, καὶ τἆλλα τὰ τοιαῦτα. φυσικὸν δέ, οἷον πότερον εἷς κόσμος ἐστὶν ἢ πλείους, καὶ τἄλλα τὰ τοιαῦτα. ἠθικὸν δέ, οἷον πότερον δεῖ πάντα χαρίζεσθαι τοῖς φίλοις ἢ τὰ μὲν τὰ δὲ οὔ, καὶ τἄλλα τὰ τοιαῦτα. ῥητορικὸν δέ, οἷον ἐάν τις ὑπὲρ ποιητῶν κατηγορῇ ἢ ἀπολογῆται, οἷον διατί τὸν Ὀδυσσέα οἱ ἑταῖροι φρονιμώτατον ὄντα ἐξέθηκαν εἰς τὴν νῆσον καθεύδοντα, καὶ τὰ τοιαῦτα.