# Divisiones Aristoteleae τὰ ἐναντία.-3

Aristotle, Divisiones Aristoteleae, Book B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%CF%84%E1%BD%B0%20%E1%BC%90%CE%BD%CE%B1%CE%BD%CF%84%CE%AF%CE%B1.-3

διαιροῦνται τὰ ἐναντία οὕτως. τῶν ὄντων τῶν μὲν ἔστι τι ἐναντίον, τῶν δὲ οὔ. χρυσῷ μὲν γὰρ καὶ ἀνθρώπῳ καὶ ἱματίῳ καὶ τοῖς τοιούτοις οὐδέν ἐστιν ἐναντίον, ἀρετῇ δὲ καὶ ἀγαθῷ καὶ θερμῷ ἔστι 〈τι〉 ἐναντίον· ἀγαθῷ μὲν γὰρ ἐναντίον τὸ κακόν, ἀρετῇ δὲ κακία, θερμῷ δὲ ψυχρόν. τῶν ἐναντίων τοίνυν αὐτῶν τὰ μὲν ἔχουσί τι ἀνὰ μέσον, τὰ δὲ οὔ. ἀγαθοῦ μὲν γὰρ καὶ κακοῦ ἔστι τι ἀνὰ μέσον, κινήσεως δὲ καὶ ἠρεμίας οὐδέν ἐστιν ἀνὰ μέσον· ἐξ ἀνάγκης γὰρ πάντα ἢ κινεῖται ἢ ἠρεμεῖ. καὶ ζωῆς καὶ θανάτου οὐδέν ἐστιν ἀνὰ μέσον· ἐξ ἀνάγκης γὰρ ὅπερ τῆς ζωῆς δεκτικόν ἐστιν, ἢ ζῇ ἢ τέθνηκεν. | αὐτὰ δὲ τὰ ἐναντία λέγεται τριττῶς· ἢ γὰρ ὡς ἀγαθῷ κακὸν ἐναντίον ἐστίν, οἷον τῇ δικαιοσύνῃ ἡ ἀδικία καὶ τῇ σωφροσύνῃ ἡ ἀκολασία καὶ τὰ τοιαῦτα, ἢ ὡς οὐδέτερον οὐδετέρῳ ἐναντίον ἐστίν 〈οἷον . . . . τ ο ύτων γὰρ οὐδέν ἐστιν οὔτε κακὸν οὔτε ἀγαθόν. ὡς κακὸν κακῷ δὲ ἐναντίον ἐστὶν [κακὸν] ἡ ὑπερβολὴ τῇ ἐνδείᾳ καὶ τὰ καθ’ ὑπερβολὴν καὶ ἔλλειψιν λεγόμενα, οἷον τὸ ὑπερβαλλόντως ψύχεσθαι 〈τῷ ὑπερβαλλόντως θερμοῦσθαι〉 ταῦτα γὰρ καθ’ ὑπερβολὴν λέγεται. καὶ τὸ ἐλλεῖπον τοῦ θερμοῦ τῷ ἐλλείποντι τοῦ ψυχροῦ· καὶ γὰρ ταῦτα κατ’ ἔλλειψιν ἐναντία.

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
