# Divisiones Aristoteleae τὰ ἴδια καὶ τὰ κοινῶς ἀγαθὰ.

Aristotle, Divisiones Aristoteleae, Book B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%CF%84%E1%BD%B0%20%E1%BC%B4%CE%B4%CE%B9%CE%B1%20%CE%BA%CE%B1%E1%BD%B6%20%CF%84%E1%BD%B0%20%CE%BA%CE%BF%CE%B9%CE%BD%E1%BF%B6%CF%82%20%E1%BC%80%CE%B3%CE%B1%CE%B8%E1%BD%B0.

διαιρεῖται τὰ ἴδια καὶ τὰ κοινῶς ἀγαθὰ εἰς πέντε. ἔστι γὰρ αὐτῶν τὰ μὲν ἴδια θεοῦ, τὰ δὲ ἴδια ἀνθρώπων, τὰ δὲ κοινὰ θεοῦ καὶ ἀνθρώπων, τὰ δὲ κοινὰ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων πλὴν θεοῦ, τὰ δὲ πάντων κοινά. ἴδια μὲν οὖν ἐστι θεοῦ τὸ ἀίδιον εἶναι καὶ τὰ τοιαῦτα, ἴδια δὲ ἀνθρώπου τὸ σώφρονα καὶ δίκαιον εἶναι καὶ τὰ τοιαῦτα, κοινὰ ⟨δὲ〉 θεοῦ καὶ ἀνθρώπων τὸ σπουδαῖον εἶναι· καὶ γὰρ τῷ θεῷ ὑπάρχει καὶ τῷ ἀνθρώπῳ σπουδαίῳ εἶναι. ἴδιον δὲ ἀνθρώπου ἡ ἐγκράτεια κακοῦ τινος οὖσα ἀποτρεπτική, τῷ θεῷ δὲ οὔτε γενέσθαι οὔτε ὑπάρχειν κακὸν καλῶς ἔχει λέγειν· καὶ τἄλλα τὰ τοιαῦτα. κοινὸν δὲ ἀνθρώπων καὶ τῶν ἄλλων ζῴων πλὴν θεοῦ ἀνδρεία· αὕτη γὰρ κινδύνου τινὸς καὶ φόβου ἀντιστατική ἐστι· καὶ πάντα τὰ τοιαῦτα. πάντων δὲ κοινὸν τὸ καλόν.

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
