# Divisiones Aristoteleae τὰ ὄντα.-4

Aristotle, Divisiones Aristoteleae, Book A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%CF%84%E1%BD%B0%20%E1%BD%84%CE%BD%CF%84%CE%B1.-4

ἔτι τῶν ὄντων τὰ μέν 〈ἐστι μεριστά, τὰ δὲ ἀμερῆ, καὶ τῶν μεριστῶν τὰ μέν〉 ἐστιν ὁμοιομερῆ, τὰ δὲ ἀν ομοιομερῆ. ἔστι δὲ τὰ μὲν μεριστὰ ἅπερ ἂν ἔχῃ διαίρεσιν, οἷον οἰκία καὶ ἱμάτιον καὶ ἀργύριον καὶ κτῆμα καὶ τὰ τοιαῦτα, ἀμερῆ δὲ ἅπερ ἂν ἀμέριστα ᾖ, οἷον μονὰς καὶ στιγμὴ καὶ σημεῖον καὶ φθόγγος καὶ τὰ τοιαῦτα. καὶ τῶν μεριστῶν δὲ ἄρα τὰ μέν ἐστιν ὁμοιομερῆ ὧν καὶ τὰ μέρη ὅμοια, οἷον ὕδωρ πῦρ χαλκὸς καὶ τὰ τοιαῦτα, 〈τὰ δὲ ἀνομοιομερῆ ὧν τὰ μέρη ἀνόμοια, οἷον οἰκία καὶ τὰ τοιαῦτα〉.

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
