Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae τὸ ψευδολογεῖν.τὸ ψευδολογεῖν.
Not analysed yet
διαιρεῖται τὸ ψευδολογεῖν εἰς τέσσαρα. ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἐν ἀλαζονείᾳ, ἓν δὲ εἰρωνεία, ἓν δὲ κερτόμησις, ἓν δὲ ψευδολογία τις μετὰ βλάβης. ὁ μὲν οὖν ἀλαζονευόμενος ἐπὶ πλεῖον καὶ μεῖζον ψεύδεται· προσποιητικὸς γάρ ἐστιν ὃ οὐκ οἶδεν εἰδέναι θέλων καὶ ἅπερ οὐκ ἔχει ἔχειν. ὁ δὲ εἰρωνευόμενος ἐπὶ τὸ ἔλαττον ψεύδεται· ὅ τε γὰρ πλούσιος πένης φησὶν εἶναι, ἐὰν εἰρωνεύηται, καὶ ὁ σοφὸς οὐκ εἶναι σοφός. ὁ δὲ ἐν τῷ κερτομεῖν ψευδολογῶν μετὰ τοῦ σκώπτειν, οἷον ⟨ὁ⟩ τὸ ἡττᾶσθαι κρατεῖν ἢ καλὸν τὸ κακὸν λέγων καὶ σοφὸν τὸ ἀπαίδευτον, ὁ δὲ μετὰ βλάβης, οἷον ὁ τὰ ψευδῆ μαρτυρῶν καὶ ἀπαρνούμενος καὶ τἄλλα τὰ τοιαῦτα.