# Divisiones Aristoteleae τὸ ἀγαθόν.-2

Aristotle, Divisiones Aristoteleae, Book A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%CF%84%E1%BD%B8%20%E1%BC%80%CE%B3%CE%B1%CE%B8%CF%8C%CE%BD.-2

διαιρεῖται τὸ ἀγαθὸν εἰς τέσσαρα· ἔστι γὰρ αὐτοῦ ἓν μὲν ἀρετὴ καὶ δικαιοσύνη, ἓν δὲ τὸ ἔχων ἀρετήν, ἓν δὲ τὸ συμφέρον, ἓν δὲ τὸ τερπνὸν καὶ τὸ ἥδεσθαι ποιοῦν· οἷον ἀρετὴ μὲν καὶ δικαιοσύνη, ὅτι τούτων ἑκάτερον ἀγαθὸν λέγεται εἶναι, ἓν δὲ τὸ ἔχον ἀρετὴν, οἷον ἵππος καὶ ἄνθρωπος καὶ τὰ τοιαῦτα· καὶ γὰρ τούτων ἕκαστον λέγεται ἀγαθὸν εἶναι, ἐὰν ἔχῃ τὴν ἀρετήν. τὸ δὲ συμφέρον, οἷον γυμνασία καὶ φαρμακεία καὶ τἆλλα ὅσα πρὸς ὑγείαν καὶ εὐεξίαν· καὶ γὰρ τούτων ἕκαστον λέγεται ἀγαθὸν εἶναι ᾧ ἂν συμφέρῃ. τὸ δὲ τερπνὸν καὶ τὸ ἥδεσθαι ποιοῦν, οἷον ὑποκριτὴς καὶ αὐλητὴς, οὐ τῷ ὠφελεῖν ἀγαθὸν εἶναι λέγεται ἀλλὰ τῷ τέρπειν [τοῦ ἀγαθοῦ εἶναι.]

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
