Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae τὸ ἀληθὲς.
Not analysed yet
διαιρεῖται τὸ ἀληθὲς εἰς τρία. ἔστι γὰρ αὐτοῦ ἓν μὲν τὸ πρᾶγμα ἀληθὲς εἶναι, ἓν δὲ τὸν λόγον, ἓν δὲ καὶ τὸ συναμφότερον. ἔστι δὲ τὸ πρᾶγμα ἀληθές, ὅταν ᾖ οὕτως ἔχον καὶ οὐκ ἄλλως, οἷον τὸ τὸν θεὸν ἀθάνατον εἶναι· οὕτως γὰρ ἔχει τὸ πρᾶγμα καὶ οὐκ ἄλλως. τὸ δὲ λέγειν οὗτος ἐστὶν ἀληθὴς λόγος τοῦ ἀληθοῦς ἐστιν· ἔστι γὰρ ὁ λόγος πρᾶγμα ὑπὸ τὸν λόγον τοῦτον ὄν. τὸ δὲ λέγειν ὅτι οἱ ἄνθρωποι ἔμψυχοί εἰσι, καὶ ὁ λόγος ἀληθής ἐστι καὶ τὸ πρᾶγμα.