Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae τὸ ἅμα.
Not analysed yet
ὁσαχῶς τὸ πρότερον καὶ τὸ ὕστερον λέγεται, τοσαυταχῶς καὶ περὶ τοῦ ἅμα λεχθήσεται, οἷον ἢ φύσει ἢ θέσει ἢ δυνάμει ἢ χρόνῳ ἢ τάξει. θέσει μὲν οὖν εἰσι τὰ τοιαῦτα ἅμα, ὅσα τῷ τόπῳ ἐξ ἴσου ἐστίν, οἷον τὰ τρέχοντα ἅμα φαμὲν εἶναι καὶ τὰ ἑστηκότα. τάξει δέ ἐστιν τὰ τοιαῦτα ἅμα, οἷον οἱ τοῖς ζυγοῖς στοιχοῦντες, δυνάμει δὲ ἅμα λέγομεν τὰ μηδὲν ἀλλήλων πλέον δυνάμενα, χρόνῳ δὲ τὰ τοιαῦτα φαμὲν εἶναι ἅμα τὰ κατὰ τὸν αὐτὸν χρόνον ὄντα, φύσει δὲ λεκτέον ἅμα εἶναι τά τε συναναιροῦντα ἄλληλα καὶ τὰ μὴ δυνάμενα χωρὶς ἀλλήλων εἶναι, οἷον τό τε διπλάσιον καὶ τὸ ἥμισυ· ταῦτα γὰρ συναναιροῦνται ἀλλήλοις καὶ τὸ ἕτερον χωρὶς τοῦ ἑτέρου ἀδύνατον εἶναι· διπλασίου γὰρ ἀναιρεθέντος οὐκ ἔσται ἥμισυ καὶ ἡμίσους ἀναιρεθέντος οὐκ ἔσται διπλάσιον καὶ ἀδύνατόν ἐστι διπλασίου ὄντος μὴ εἶναι ἥμισυ. τούτων οὕτως ἀποδειχθέντων ἀκόλουθον εἰπεῖν περὶ τῶν ὄντων.