Ancient Greek
Book B
Aristotle, Divisiones Aristoteleae τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης.
Not analysed yet
τῶν [ὄντων] ἀγαθῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ τῶν περὶ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη· τὰ μὲν οὖν πρῶτα τοῖς πρώτοις ἐστὶν ὅμοια, τὰ δὲ δεύτερα τοῖς δευτέροις, τὰ δὲ τρίτα τοῖς τρίτοις, τὰ δὲ τέταρτα τοῖς τετάρτοις. ἔστι δὲ τὰ μὲν ἐν ψυχῇ, τὰ δὲ ἐν σώματι, τὰ δὲ ἐκτός. ἡ μὲν γὰρ φρόνησις ἐν ψυχῇ οὖσα αἰτία ἐστὶ τοῦ κράτιστα τὴν ψυχὴν διακεῖσθαι, ἡ δὲ εὐεξία αἰτία ἐστὶ τοῦ τὸ σῶμα ἄριστα διακεῖσθαι, ⟨ἡ δὲ εὐδοξία αἰτία ἐστὶ τοῦ τὰ ἐκτὸς ἄριστα διακεῖσθαι⟩· ὅπερ γὰρ βούλεται πράττει ὁ εὐδοξῶν. ἕκαστον ἄρα τούτων τῶν ἀγαθῶν πρωταγωνιστεῖ καὶ πρώτη λαμβάνεται ⟨ταύτῃ⟩ ἡ ὁμοιότης. καὶ πάλιν ἡ μὲν δικαιοσύνη ἐν ψυχῇ ἐστιν ἡ καὶ αἰτία οὖσα τῶν τῆς ψυχῆς μερῶν, ἡ δὲ εὐπρέπεια ἐν σώματι οὖσα εὐταξία ἐστὶ τῶν τοῦ σώματος μερῶν, ψυχροῦ καὶ θερμοῦ καὶ ξηροῦ καὶ ὑγροῦ, ἡ δὲ εὐτυχία ἐκτὸς οὖσα εὐκαιρία τίς ἐστι πραγμάτων συμπτώσεως. ὥστε ταύτῃ πάλιν παραλαμβάνεται ἡ ὁμοιότης τῶν ἀγαθῶν. καὶ πάλιν ἡ μὲν ἀνδρεία ἐν ψυχῇ οὖσα ἰσχύς τίς ἐστι fΝκαὶ ῥώμη πρὸς φόβους καὶ τὰ τοιαῦτα, ἡ δὲ ἰσχὺς ἐν σώματι οὖσα πρὸς τοὺς πόνους καὶ τὰς κακοπαθείας ἰσχύς ἐστιν, οἱ δὲ φίλοι ἐκτὸς ὄντες ἰσχὺν τήνδε ἔχουσι πρὸς τὴν ἐκτὸς βοήθειαν· ᾧ γὰρ πολλοὶ φίλοι εἰσὶν ἰσχυρότερος οὗτος ἐν πόλει. λαμβάνεται δὲ καὶ ταύτῃ τῶν ἀγαθῶν τούτων ⟨ἡ〉 ὁμοιότης. καὶ πάλιν ἡ μὲν σωφροσύνη ἐν ψυχῇ οὖσα κοσμεῖ τὴν ψυχὴν καὶ συμμέτρως ζῆν ποεῖ, τὸ δὲ κάλλος ἐν σώματι ὂν κοσμεῖ τὸ σῶμα καὶ σύμμετρον παρασκευάζει, ὁ δὲ πλοῦτος ἐκτὸς ὢν χορηγὸς καὶ κοσμητὴς τῶν ἀνθρώπων ἐστίν. καὶ ταύτῃ λαμβάνεται τῶν ἀγαθῶν τούτων ἡ ὁμοιότης.