# Divisiones Aristoteleae τῶν κακῶν ὁμοιότης.

Aristotle, Divisiones Aristoteleae, Book B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%CF%84%E1%BF%B6%CE%BD%20%CE%BA%CE%B1%CE%BA%E1%BF%B6%CE%BD%20%E1%BD%81%CE%BC%CE%BF%CE%B9%CF%8C%CF%84%CE%B7%CF%82.

τῶν κακῶν ὁμοιότης τῶν περὶ τὴν ψυχὴν καὶ ⟨τῶν περὶ⟩ τὸ σῶμα καὶ τῶν ἐκτός ἐστιν αὕτη. ἐν τῇ ψυχῇ μέν ἐστιν ἀδικία κάκιστα τὴν ψυχὴν διατιθεῖσα, ἐν δὲ τῷ σώματι νόσος κάκιστα διατιθεῖσα τὸ σῶμα, ἐν δὲ τοῖς ἐκτὸς ἀτυχία κάκιστα διατιθεῖσα τὰς ἐκτὸς πράξεις· καὶ ταύτῃ λαμβάνεται ἡ ὁμοιότης τῶν κακῶν τούτων. καὶ πάλιν ἐν μὲν ψυχῇ ἀφροσύνη ἀρρωστία τίς ἐστι καὶ ἀλογιστία ψυχῆς, ἐν δὲ σώματι καχεξία ἀρρωστία ἐστίν, ἐν δὲ τοῖς ἐκτὸς ἀδοξία· προπηλακισμὸν γὰρ καὶ ἀρρωστίαν καὶ ὀλιγωρίαν περὶ τὰ ἄλλα τινὰ ἐμποιεῖ ταῖς ἐκτὸς πράξεσι. καὶ ταύτῃ πάλιν λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης. καὶ πάλιν ἐν μὲν ψυχῇ δειλία οὖσα ἐκπληκτικὰς καὶ πάντων ἥττους τῶν φόβων παρασκευάζει τὰς ψυχάς, ἐν δὲ σώματι ἀσθένεια πάντων τῶν πόνων ἡττᾶσθαι τὰ σώματα παρασκευάζει, ἐν δὲ τοῖς ἐκτὸς ἐχθροὶ ὄντες ἀσθενῆ περὶ τὰς ἐκτὸς πράξεις καὶ εὐκαταφρόνητον ποιοῦσιν· ᾧ γὰρ πολλοί εἰσιν ἐχθροὶ οὐδὲν τούτῳ ῥαδίως ὑπάρχει. καὶ ἔστιν ἡ μὲν δειλία ἐν φόβῳ εὐκαταφρονήτους ποιοῦσα, ἡ δὲ ἀσθένεια ἐν πόνοις εὐκαταφρόνητον τὸ σῶμα ποιεῖ, ἡ δὲ ἔχθρα ἐν πράξεσι ταῖς ἐν βίῳ. καὶ πάλιν ἡ μὲν ἀσωτία καὶ ἀκολασία αἰσχρὰν τὴν ψυχὴν καὶ ἄκοσμον παρασκευάζει, τὸ δὲ αἶσχος ἐν σώματι ὂν αἰσχρὸν τὸ σῶμα καὶ ἄκοσμον παρασκευάζει, ἡ δὲ πενία ἐκτὸς οὖσα αἰσχρὸν βίον παρασκευάζει. καὶ ταύτῃ λαμβάνεται τῶν κακῶν τούτων ἡ ὁμοιότης.

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
