# Divisiones Aristoteleae ἠ εὐνομία.-2-ἡ ἀνομία.

Aristotle, Divisiones Aristoteleae, ἠ εὐνομία. to ἡ ἀνομία.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%E1%BC%A0%20%CE%B5%E1%BD%90%CE%BD%CE%BF%CE%BC%CE%AF%CE%B1.-2

διαιρεῖται ἡ εὐνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις σπουδαίοις χρῆσθαι, ἓν δὲ τοῖς ὑπάρχουσιν, ἂν ὦσι μὴ φαῦλοι, [μὴ] πείθεσθαι, ἓν δὲ τοῖς ἔθεσι τοῖς σπουδαίοις πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι γεγραμμένοι. διαιρεῖται ἡ ἀνομία εἰς τρία· ὧν ἓν μέν ἐστιν, ἐὰν ὦσιν οἱ νόμοι μοχθηροὶ καὶ πρὸς ξένους καὶ πρὸς πολίτας· | ἕτερον δέ, ἐὰν τοῖς ὑπάρχουσι μὴ πείθωνται· ἄλλο δέ, ἐὰν ὅλως μηδεὶς ᾖ νόμος. τῆς ἄρα ἀνομίας ἓν μέν ἐστι τὸ μοχθηροὺς εἶναι τοὺς νόμους· ἄλλο δέ, ἐὰν τοῖς οὖσι μὴ πείθωνται· τρίτον δέ, ἐὰν μηδεὶς ᾖ νόμος. διαιρεῖται ἡ ἀνομία εἰς τρία· ἔστι γὰρ αὐτῆς ἓν μὲν νόμοις φαύλοις καὶ μετρίοις κεχρῆσθαι, ἓν δὲ τὸ μὴ πείθεσθαι τοῖς κειμένοις, ἂν ὦσι σπουδαῖοι, ἓν δὲ τὸ φαύλοις ἔθεσι πολιτεύεσθαι, ἐὰν μὴ ὦσι νόμοι τὸ σύνολον.

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
