# Divisiones Aristoteleae ἡ λύπη.

Aristotle, Divisiones Aristoteleae, Book B. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%E1%BC%A1%20%CE%BB%CF%8D%CF%80%CE%B7.

διαιρεῖται ἡ λύπη εἰς τρία. ἔστι γὰρ αὐτῆς ἓν μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, ἓν δὲ ἐπὶ [τοῖς ἀλλοτρίοις ἀγαθοῖς καὶ κακοῖς καὶ] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι. ἔστι δὲ τὸ μὲν ἐφ’ οἷς προσήκει τὸν φρόνιμον λυπεῖσθαι, οἷον ἐπὶ τοῖς ἑαυτοῦ ἀτυχήμασιν ἢ τῶν αὐτοῦ τινὸς οἰκείων ἢ φίλων ἢ τῆς συμπάσης πόλεως καὶ ἐπὶ τῶν ἄλλων τῶν τοιούτων. τὸ δὲ ἐπὶ [τοῖς ἀλλοτρίοις ἀγαθοῖς λυπεῖσθαι ἐστὶ φθόνος τις καὶ βασκανία καὶ πᾶν τὸ τοιοῦτον· τὸ δὲ ἐπὶ πᾶσι κακοῖς καὶ ἀγαθοῖς καὶ πᾶσι] τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι λυπεῖσθαι, τὸ μὲν ἐπὶ τοῖς κακοῖς τοῖς ἀλλοτρίοις ἔλεος, τὸ δὲ ἐπὶ τοῖς ἀγαθοῖς φθόνος [, τὸ δὲ ἐπὶ τοῖς ἄλλοις τοῖς μηδὲν προσήκουσι φθόνος καὶ βασκανία].

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
