# Divisiones Aristoteleae ἡ πολιτεία.-2

Aristotle, Divisiones Aristoteleae, Book A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%E1%BC%A1%20%CF%80%CE%BF%CE%BB%CE%B9%CF%84%CE%B5%CE%AF%CE%B1.-2

διαιρεῖται ἡ πολιτεία εἰς πέντε. ἔστι γὰρ αὐτῆς ἓν μὲν δημοκρατία, ἓν δὲ ἀριστοκρατία, ἓν δὲ ὀλιγαρχία, ἓν δὲ τυραννίς, ἓν δε βασιλεία. ἔστι δὲ ἡ μὲν δημοκρατία, ἐν ᾗ τὸ πλῆθος τῆς πόλεως κυριεύει, ἀριστοκρατεία δέ, ἐν ᾗ οἱ κράτιστοι ἡγοῦνται μήτε διὰ γένος μήτε διὰ πλοῦτον ἀλλὰ δι’ ἀρετήν· ἡ δὲ ὀλιγαρχία, ἐν ᾗ τὰ τιμήματα μεγάλα ποιήσαντες ἀπὸ τούτων πολιτεύονταί τινες ἢ δι’ ἑταιρίαν βιασάμενοι τὸ πλῆθος τὴν πόλιν διοικοῦσι· τυραννὶς δέ, ἐν ᾗ παρακρουσάμενός τις τὸ πλῆθος ἢ βιασάμενος τὴν πόλιν διοικεῖ· βασιλεία δέ, ὅταν ἢ κατὰ νόμον ἢ κατὰ γένος βασιλεὺς τὰ πράγματα διοικῇ τῆς πόλεως· τῆς πολιτείας ἄρα τὸ μέν ἐστι δημοκρατία, τὸ δὲ ἀριστοκρα τία, τὸ δὲ ὀλιγαρχία, τὸ δὲ τυραννίς, τὸ δὲ βασιλεία.

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
