# Divisiones Aristoteleae ἡ πολιτεία.

Aristotle, Divisiones Aristoteleae, Book A. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/divisiones-aristoteleae/%E1%BC%A1%20%CF%80%CE%BF%CE%BB%CE%B9%CF%84%CE%B5%CE%AF%CE%B1.

τῆς πολιτείας ἐστὶν εἴδη πέντε· τὸ μὲν γὰρ αὐτῆς ἐστι δημοκρατικόν, ἄλλο δὲ ἀριστοκρατικόν, τρίτον δὲ ὀλιγαρχικόν, τέταρτον βασιλικόν, πέμπτον τυραννικόν. δημοκρατικὸν μὲν οὖν ἐστιν, ἐν αἷς πόλεσι κρατεῖ τὸ πλῆθος καὶ τὰς ἀρχὰς καὶ τοὺς νόμους δι’ ἑαυτοῦ αἱρεῖται· ἀριστοκρατία δέ ἐστιν, ἐν ᾗ μήθ’ οἱ πλούσιοι μήθ’ οἱ πένητες μήθ’ οἱ ἔνδοξοι ἄρχουσιν, ἀλλ’ οἱ ἄριστοι τῆς πόλεως προστατοῦσιν. ὀλιγαρχία δέ ἐστιν, ὅταν ἀπὸ τιμημάτων αἱ ἀρχαὶ αἱρῶνται· ἐλάττους γάρ εἰσιν οἱ πλούσιοι τῶν πενήτῶν. τῆς δὲ βασιλείας ἡ μὲν κατὰ νόμον, ἡ δὲ κατὰ γένος ἐστίν. ἡ μὲν οὖν ἐν Καρχηδόνι κατὰ νόμον· πωλητὴ γάρ ἐστιν. | ἡ δὲ ἐν Λακεδαίμονι καὶ Μακεδονίᾳ κατὰ γένος· ἀπὸ γάρ τινος γένους ποιοῦνται τὴν βασιλείαν. τυραννὶς δέ ἐστιν, ἐν ᾗ παρακρουσθέντες ἢ βιασθέντες ὑπό τινος ἄρχονται. τῆς ἄρα πολιτείας ἡ μέν ἐστι δημοκρατία, ἡ δὲ ἀριστοκρατία, ἡ δὲ ὀλιγαρχία, ἡ δὲ βασιλεία, ἡ δὲ τυραννίς.

---

Aristotle, Divisiones Aristoteleae, ed. Hermann Mutschmann. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg048.local001/.
