Ancient Greek · ~1 min
ς′. Ἀριστοτέλλης βασιλεῖ Ἀλεξάνδρῳ εὖ πράττειν.
Aristotle, Epistulae ς′. Ἀριστοτέλλης βασιλεῖ Ἀλεξάνδρῳ εὖ πράττειν.
Not analysed yet
Ἔγραψάς μοι περὶ τῶν ἀκροατικῶν λόγων οἰόμενος δεῖν αὐτοὺς φυλάττειν ἐν ἀπορρήτοις. ἴσθι οὖν αὐτοὺς καὶ ἐκδεδομένους καὶ μὴ ἐκδεδομένους· ξυνετοὶ γάρ εἰσι μόνοις τοῖς ἡμῶν ἀκούσασιν.