Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 1
Aristotle, Magna Moralia 1.7
Not analysed yet
μετὰ τοῦτον Σωκράτης ἐπιγενόμενος βέλτιον καὶ ἐπὶ πλεῖον εἶπτεν ὑπὲρ τούτων, οὐκ δρθῶς δὲ οὐδʼ οὗτος. τὰς γὰρ ἀρετὰς ἐπιστήμας ἐποίει· τοῦτο δʼ ἐστὶν εἶναι ἀδύνατον. αἱ γὰρ ἐπιστῆμοι πᾶσαι μετὰ λόγου, λόγος δὲ ἐν τῷ δανοητικῷ τῆς ψυχῆς ἐγγίνεται μορίῳ· γίνονται οὗν αἱ ἀρεταὶ πᾶσαι κατ᾿ αὖτὸν ἐν τῷ λογιστικῷ τῆς ψυχῆς μορἱῳ· συμβαίνει οὖν αὐτῷ ἐπιστήμας ποιοῦντι τὰς ἀρετὰς ἀναιρεῖν τὸ ἄλογον μέρος τῆς ψυχῆς, τοῦτο δὲ ποιῶν ἀναιρεῖ καὶ πάθος καὶ ἦθος.