Ancient Greek
11.10 to 11.14
Aristotle, Magna Moralia 11.10-14
Not analysed yet
ἐνταῦθα οὖν ἔστιν καὶ διὰ ψὸ τοιοῦτον ἡ ἀπορία, πύτερόν ἐστιν ὁ ??πουδνῖος τῷ φαύλῳ φίλος ἢ οὔ. συν̣?παι γάρ ππως τἀγαθῷ τὸ αὐτῷ ἀγαθὸν καὶ τὸ φιλητέον τῷ φιλητῷ, ἔχεται δὲ καὶ ἀκολουθεῖ τῷ ἀγαθῷ καὶ τὸ ἡδὺ εἶναι καὶ τὸ συμφέρον. ἡ μὲν οὖν τῶν σπουδαίων φιλία ἐστίν, ὅταν ἀντιφιλῶσιν ἀλλήλους· φιλοῦσι δὲ ἀλλήλους, φιλητοί· φιλητοὶ δέ, ἀγαθοί. οὐκοῦν ὁ σπουδαῖος, φησίν, τῷ φαύλῳ οὐκ ἔσται φίλος; ἔσται μὲν οὖν. ἐπειδὴ γὰρ τἀγαθῷ ἠκολούθει τὸ συμφέρον καὶ τὸ ἡδύ, ᾗ ἐστιν φαῦλος ὢν ἡδύς, ταύτῃ φίλος· πάλιν αὖ συμφέρων, συμφέρων, ταύτῃ φίλος. ἀλλʼ οὐκ ἔσται γε κατὰ τὸ φιλητὸν ἡ τοιαύτη φιλία. φιλητὸν γὰρ ἦν τἀγαθὸν, ὁ δὲ φαῦλος οὐ φιλητός· οὐ γὰρ ἀλλὰ κατὰ τὸ φιλητέον· εἰσὶν γὰρ ἀπὸ τῆς παντελοῦς φιλίας, τῆς ἐν τοῖς σπουδαίοις, καὶ αὗται αἱ φιλίαι, ἥ τε κατὰ τὸ ἡδὺ καὶ ἡ κατὰ τὸ συμφέρον. —ὁ οὖν κατὰ τὸ ἡδὺ φιλῶν οὐ φιλεῖ τὴν κατὰ τὸ ἀγαθὸν φιλίαν, οὐδὲ ὁ κατὰ τὸ συμφέρον·