# Magna Moralia 11.18-23

Aristotle, Magna Moralia, 11.18 to 11.23. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/magna-moralia/11.18

πότερον οὖν ἔσται ὁ σπουδαῖος τῷ σπουδαίῳ φίλος, ἢ οὔ; οὐδὲν γὰρ προσδεῖται, φησίν, ὁ ὅμοιος τοῦ ὁμοίου. ὁ δὴ τοιοῦτος λόγος ζητεῖ τὴν κατὰ τὸ συμφέρον φιλίαν· ᾗ γὰρ προσδεῖται ὁ ἕτερος τοῦ ἑτέρου, ταύτῃ ὄντες φίλοι ἐν τῇ κατὰ τὸ συμφέρον φιλίᾳ εἰσίν. ἀλλὰ ἑτέρα διώρισται ἡ κατὰ τὸ συμφέρον φιλία καὶ ἡ κατʼ ἁρετὴν καὶ ἡδονήν. εἰκὸς δὴ καὶ πολὺ μᾶλλον τούτους· πάντα γὰρ αὐτοῖς ὑπάρχει, τἀγαθὸν καὶ τὸ ἡδὺ καὶ τὸ συμφέρον. ἀλλὰ καὶ ὁ σπουδαῖος τῷ φαύλῳ· γὰρ ἴσως ἡδύς, ταύτῃ καὶ φίλος. καὶ ὁ φαῦλός γε τῷ φαύλῳ· γὰρ ἴσως τὸ αὐτὸ αὐτοῖς συμφέρει, ταύτῃ φίλοι. ὁρῶμεν γὰρ τοῦτο γινόμενον, ὅταν τὸ αὐτὸ ᾖ τὸ συμφέρον, φίλους τούτους διὰ τὸ συμφέρον, ὥστʼ οὐδὲν κωλύσει καὶ φαύλοις οὖσιν ταὐτόν τι συμφέρειν. βεβαιοτάτη μὲν οὖν καὶ μονιμωτάτη καὶ καλλίστη ἡ ἐν τοῖς σπουδαίοις φιλία, ἡ κατʼ ἀρετὴν καὶ τἀγαθὸν οὖσα, εἰκότως. ἡ μὲν γὰρ ἀρετὴ ἀμετάπτωτον, διʼ ἣν ἡ φιλία, ὥστε εἰκὸς τὴν φιλίαν τὴν τοιαύτην ἀμετάπτωτον εἶναι, τὸ δὲ συμφέρον οὐδέποτε ταὐτόν· διὸ ἡ διὰ τὸ συμφέρον φιλία οὐ βεβαία, ἀλλὰ τῷ συμφέροντι συμμεταπίπτει· ὁμοίως καὶ ἡ κατὰ τὴν ἡδονήν. ἡ μὲν οὖν τῶν βελτίστων φιλία ἡ κατʼ ἀρετὴν γινομένη ἐστίν, ἡ δὲ τῶν πολλῶν ἡ κατὰ τὸ συμφέρον, ἡ δὲ κατὰ τὴν ἡδονὴν ἐν τοῖς φορτικοῖς καὶ τυχοῦσιν. συμβαίνει δὲ καὶ ἀγανακνεῖν, ὁταν φαύλοις ἐν̣?χωσιν τοῖς φίλοις, καὶ θαυμάζειν· ἔστι δὲ οὐδὲν ἄτοπον. ὕταν γὰρ ἡ φιλία λάβῃ τὴν ἡδονὴν ἀρχήν, διʼ ἣν φίλοι εἰσίν, ἢ τὸ συμφέρον, ἅμα ταῦτʼ ἀπολείπει καὶ ἡ φιλία οὐ διαμένει.

---

Aristotle, Magna Moralia, ed. Franz Susemihl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg022.local001/.
