Ancient Greek · ~2 min
Β, Chapter 11
Aristotle, Magna Moralia 11.28
Not analysed yet
ἐπεὶ δὲ διῄρηνται αἱφιλἰαι είς τρία εἴδη, καὶ ἐν ταύταις ἡπορεῖτο, πότερον ἐν ἰσότητι ἡ φιλία ἐγγίνεται ἢ ἐν ἀνισότητι· ἔστιν οὐν κατʼ ἀμφότερα. ἡ μὲν γὰρ καθʼ ὁμοιότητα ἡτῶν σπουδαίων καὶ ἡ τελεία φιλία· ἡ δὲ κατʼ ἀνομοιότητα ἡ κατὰ τὸ συμφέρον. τῷ γὰρ εὐπόρῳ ὁ πένης διὰ τὴν ἔνδειαν ὧν ὁ πλούσιος εὐπορεῖ φίλος ἐστί, καὶ τῷ σπουδαίῷ ὁ φαῦλος διὰ ταὐτό δι̣? γὰρ τὴν ἓνδειαν τὴν τῆς ἀρετῆς, παῤ οὗ οἴ̣? αὑτῷ ??εσθαι, διὸ τοῦτο τούτῳ φίλος.