# Magna Moralia 11.47

Aristotle, Magna Moralia, Β, Chapter 11. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/magna-moralia/11.47

ἐχόμενον δ' ἂν εἴη νῦν εἰπεῖν, πότερόν ἐστι πρὸς αὑτὸν φιλία, ἢ οὔ. ἐπεὶ δʼ οὖν ὁρῶμεν, ὥσπερ καὶ μικρὸν ἐπάνω ἐλέγομεν, ὅτι ἐκ μὲν τῶν καθʼ ἕκαστα τὸ φιλεῖν γνωρίζεται τὰ δὲ καθʼ ἕκαστα αὐτοὶ αὑτοῖς ἂν μάλιστα βουλοίμεθα (καὶ γὰρ τἀγαθὰ καὶ τὸ εἶναι καὶ τὸ εὖ εἶναι· ὁμσιοπαθέστατοι δʼ αὐτοῖς ἡμῖν ἐσμέν· καὶ συζῆν δὲ μεθʼ ἑαυτῶν μάλιστα βουλόμεθα)· ὥστ᾿ εἰ μὲν ἐκ τῶν καθ᾿ ἕκαστα γνωρίζεναι ἡ φιλία, τὰ δὲ καθʼ ἕκαστα ἡμῖν αὐτοῖς ἂν βουλοίμεθα ὑπάρχειν, δῆλόν ἔστιν ὡς ἔστι πρὸς αὑτοὺς φιλία, ὥσπερ καὶ τὴν ἀδικίαν ἔφαμεν πρὸς αὑτὸν εἶναι.

---

Aristotle, Magna Moralia, ed. Franz Susemihl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg022.local001/.
