Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 15
Aristotle, Magna Moralia 15.1
Not analysed yet
τοῦ οὖν βιαίου οὗτος ἡμῖν ἔστω ὁ ὁρισμός, ὧν ἐκτός ἐστιν ἡ αἰτία, ὑφ᾿ ἧς βιάζονται πράττειν (ὧν δ᾿ ἐντὸς καὶ ἐν αὐτοῖς ἡ αἰτία, οὐ βία)· πάλιν δ᾿ ὑπὲρ ἀνάγκης καὶ τοῦ ἀναγκαίου λεκτέον. τὸ δὲ ἀναγκαῖον οὐ πάντως οὐδ᾿ ἐν παντὶ λεκτέον ἐστίν, οἷον ὅσα ἡδονῆς ἕνεκεν πράττομεν. εἰ γάρ τις λέγοι ὅτι ἠναγκάσθην τὴν τοῦ φίλου γυναῖκα διαφθεῖραι ὑπὸ τῆς ἡδονῆς, ἄτοπος ἂν εἴη.