Ancient Greek
Β, Chapter 16
Aristotle, Magna Moralia 16.1-2
Not analysed yet
πότερον δὲ πολλοὺς κτητέον φίλους ἢ ὀλίγους; οὔτε δὴ πολλοὺς, ὡς ἁπλῶς εἰπεῖν, οὔτʼ ὀλίγους δεῖ [ἀεί]. πολλῶν μὲν γὰρ ὄντων ἔργον ἐφʼ ἕκαστον μερίσαι τὸ φιλεῖν. ἐφʼ ἁπάντων γὰρ καὶ τῶν ἄλλων ἐξαδυνατεῖ ἡμῶν ἡ φύσις ἀσθενὴς οὖσα πρὸς τὸ ἐπὶ πολὺ ἀφικνεῖσθαι. οὔτε γὰρ τῇ ὄψει ἐπὶ πολὺ ὁρῶμεν, ἀλλʼ ἐὰν πλέον ἀποστήσῃς τοῦ συμμέτρου, ἐλλείπει διὰ τὴν ἀσθένειαν τῆς φύσεως, οὔτʼ ἐπʼ ἀκοῆς, οὔτʼ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων.