Ancient Greek · ~3 min
17.6 to 17.8
Aristotle, Magna Moralia 17.6-8
Not analysed yet
εἰ τοίνυν ἡ προαίρεσις ὄρεξίς τις βουλευτικὴ μετὰ διανοίας, οὐκ ἔστιν τὸ ἑκούσιον προαιρετόν. ἑκόντες γὰρ πολλὰ πράττομεν πρὸ τοῦ διανοηθῆναι καὶ βουλεύσασθαι, οἷον καθίζομεν καὶ ἀνιστάμεθα καὶ ἄλλα πολλὰ τοιαῦτα ἑκόντες μὲν ἄνευ δὲ τοῦ διανοηθῆναι, τὸ δὲ κατὰ προαίρεσιν πᾶν ἦν μετὰ διανοίας. οὐκ ἄρα τὸ ἑκούσιον προαιρετόν, ἀλλὰ τὸ προαιρετὸν ἑκούσιον· ἄν τι γὰρ προαιρώμεθα πράττειν βουλευσάμενοι, ἑκόντες πράττομεν. φαίνονται δέ τινες ὀλίγοι καὶ τῶν νομοθετῶν διορίζειν τό τε ἑκούσιον καὶ τὸ ἐκ προαιρέσεως ἕτερον ὄν, ἐλάττους τὰς ζημίας ἐπὶ τοῖς ἑκουσίοις ἢ τοῖς κατὰ τπροαίρεσιν τάττοντες. —ἔστιν οὖν ἡ προαίρεσις ἐν τοῖς πρακτοῖς, καὶ τούτοις ἐν οἷς ἐφʼ ἡμῖν ἐστιν καὶ πρᾶξαι καὶ μὴ πρᾶξαι, καὶ οὕτως ἢ μὴ οὕτως, καὶ ἐν οἷς ἔστι λαβεῖν τὸ διὰ τί. τὸ δὲ διὰ τί οὐχ ἀπλοῦν ἐστίν.