Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 18
Aristotle, Magna Moralia 18.1
Not analysed yet
—ἔτι δʼ ἐστὶν ἡ διάνοια οὐχ ὥσπτερ αἴσθησις, οἷον τῇ ὄψει οὐκ ἂν δύναιτʼ οὐθὲν ἂν ἄλλο ποιῆσαι ἢ ἰδεῖν, οὐδὲ τῇ ἀκοῇ οὐθὲν ἄλλο ἢ ἀκοῦσαι. ὁμοίως δὲ οὐδὲ βουλευόμεθα πότερον δεῖ ἀκοῦσαι τῇ ἀκοῇ ἢ ἰδεῖν. ἡ δὲ διάνοια οὐ τοιοῦτον, ἀλλὰ καὶ τοῦτο δύναται πράττειν καὶ ἄλλα.