Ancient Greek · ~2 min
18.3 to 18.4
Aristotle, Magna Moralia 18.3-4
Not analysed yet
τίνος ἐστὶν ἡ ἀρετὴ στοχαστική, πότερον τοῦ τέλους ἢ τῶν πρὸς τὸ τέλος, οἷον πότερον τοῦ καλοῦ ἢ τῶν πρὸς τὸ καλόν. πῶς οὖν ἡ ἐπιστήμη; πότερον τῆς οἰκοδομικῆς ἐστιν ἐπιστήμης τὸ τέλος καλῶς προθέσθαι, ἢ τὰ πρὸς τὸ τέλος ἰδεῖν; ἂν γὰρ τοῦτο καλῶς προθῆται, οἷον καλὴν οἰκίαν ποιῆσαι, καὶ τὰ πρὸς τοῦτο οὐκ ἄλλος τις εὑρήσει καὶ ποριεῖ ἢ οἰκοδόμος. ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀπασῶν ἐπιστημῶν.