Ancient Greek · ~4 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 19
Aristotle, Magna Moralia 19.1
Not analysed yet
—ἀρετῆς δέ γʼ ἐστὶ τέλος τὸ καλόν. τούτου ἄρʼ ἐστὶ[ν ἡ ἀρετὴ] στοχαστικὴ μᾶλλον ἢ ἐξ ὧν ἔσται. ἔτι δὲ καὶ ταῦτα ταύτης. ὅλως δὲ δὴ φαίνεται ἄτοπον· ἴσως γὰρ ἂν ἐν γραφικῇ εἴη τις ἀγαθὸς μιμητής, ὅμως δὲ οὐκ ἂν ἐπαινεθείη, ἂν μὴ τὸν σκοπὸν θῇ τὰ βέλτιστα μιμεῖσθαι. τῆς ἀρετῆς ἄρα παντελῶς τοῦτʼ ἐστίν, τὸ καλὸν προθέσθαι. διὰ τί οὗν, ἄν τις εἴποι, πρότερον μὲν ἐλέγομεν τὴν ἐνέργειαν κρεῖττον εἶναι ἢ τὴν ἕξιν τὴν αὐτήν, νῦν δὲ οὐκ ἐξ οὗ ἡ ἐνέργεια, τοῦτο τῇ ἀρετῇ ἀποδίδομεν ὡς κάλλιον, ἀλλʼ ἐν οὐκ ἔστιν ἐνέργεια; ναί, ἀλλὰ καὶ νῦν φαμεν τοῦτο ὁμοίως, τὴν ἐνέργειαν τῆς ἕξεως βέλτιον εἶναι. οἱ γὰρ ἄλλοι ἄνθρωποι τὸν σπουδαῖον θεωροῦντες κρίνουσιν ἐκ τοῦ πράττειν, διὰ τὸ μὴ δυνατὸν εἶναι δηλῶσαι τὴν ἑκάστου προαίρεσιν ἣν ἔχει, ἐπεὶ εἰ ἦν εἰδέναι τὴν ἑκάστου γνώμην, ὡς ἔχει πρὸς τὸ καλόν, καὶ ἄνευ τοῦ πράττειν σπουδαῖος ἂν ἐδόκει εἶναι. [ἐπεὶ δὲ μεσότητάς τινας τῶν παθῶν κατηρ θᾶ, λεκτέον ἂν εἴη περὶ ποῖα τῶν παθῶν εἰσίν.]