Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 2
Aristotle, Magna Moralia 2.6
Not analysed yet
τῶν γὰρ ἀγαθῶν τὰ μέν ἐστιν τέλη τὰ δʼ οὐ τέλη, οἷον ἡ μὲν ὑγίεια τέλος, τὰ δὲ τῆς ὑγιείας ἕνεκεν οὐ τέλη. καὶ ὅσα οὕτως ἔχει, τούτων ἀεὶ τὸ τέλος βέλτιον, οἷον ἡ ὑγίεια βέλτιον ἢ τὰ ὑγιεινά, καὶ ἀπλῶς ἀεὶ καθόλου τοῦτο βέλτιον οὗ ἕνεκεν καὶ τὰ ἄλλα. —πάλιν αὐτῶν τῶν τελῶν βέλτιον ἀεὶ τὸ τέλειον τοῦ ἀτελοῦς.