Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 2
Aristotle, Magna Moralia 2.9
Not analysed yet
ἄτοπον δὴ συμβαίνει. οὐ δὴ ἴσως οὕτω γε σκεπτέον τὸ βέλτιστον. —ἀλλὰ ἆρά γε οὕτω πως, οἷον χωρὶς αὐτοῦ; ἢ καὶ τοῦτο ἄτοπον; ἡ γὰρ εὐδαιμονία ἐστὶν ἔκ τινων ἀγαθῶν ένηή· τὸ δʼ ἐξ ὦν ἀγαθῶν σύγκειται, σκοπεῖν εἰ τοῦτʼ ἐστὶν βέλτιον, ἄτοπον· οὐ γάρ ἐστιν ἄλλο τι χωρὶς τούτων ἡ εὐδαιμονία, ἀλλὰ ταῦτα.