Ancient Greek · ~3 min
20.4 to 20.7
Aristotle, Magna Moralia 20.4-7
Not analysed yet
διὸ τοὺς διʼ ἐμπειρίαν οὐ φατέον ἀνδρείους. οὐδὲ Σωκράτης δὴ ὀρθῶς ἕεμεν ἐπιστήμην φάσκων εἶναι τὴν ἀνδρείαν. ἡ γὰρ ἐπιστήμη ἐξ ἔθους τὴν ἐμπειρίαν λαβοῦσα ἐπιστήμη γίνεται· τοὺς δὲ διʼ ἐμπειρίαν ὑπομένοντας οὔ φαμεν, οὐδʼ ἐροῦσιν ἀνδρείους αὐτοὺς εἶναι· οὐκ ἄρα ἡ ἀνδρεία ἐπιστήμη ἂν εἴη. —πάλιν δʼ αὖ εἰσιν ἀνδρεῖοι ἐκ τοῦ ἐναντίου τῆς ἐμπειρίας· οἱ γὰρ ἄπειροι τῶν ἐκβησομένων οὐ φοβοῦνται διὰ τὴν ἀπειρίαν. οὐδὲ δὴ οὐδὲ τούτους φατέον ἀνδρείους. —εἰσὶν δʼ αὗ ἄλλοι δοκοῦντες ἀνδρεῖοι εἶναι διὰ τὰ πάθη, οἷον οἱ ἐρῶντες ἢ οἱ ἐνθουσιάζοντες. οὐδὲ δὴ τούτους φατέονἀνδρείους εἶναι· ἐὰν γὰρ αὐτῶν τὸ πάθος ἀφαιρεθῇ, οὐκέτι εἰσὶν ἀνδρεῖοι, δεῖ δὲ τὸν ἀνδρεῖον ἀεὶ εἶναι ἀνδρεῖον. διὸ οὐδὲ τὰ θηρί οἷον τοὺς σῦς οὐκ ἄν τις εἴποι ἀνδρείους διὰ τὸ ἀμύνεσθαι, ἐπειδὰν πληγέντες λυπηθῶσιν, οὐδὲ δεῖ τὸν ἀνδρεῖον διὰ [τὸ] πάθος εἶναι ἀνδρεῖον. —