Ancient Greek · ~1 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 20
Aristotle, Magna Moralia 20.9
Not analysed yet
—ἔτι καὶἄλλως εἰσὶν ἀνδρεῖοι δοκοῦντες εἶναι οἱ διʼ ἐλπίδα καὶ προσδοκίαν ἀγαθοῦ. οὐδὲ δὴ τούτους φατέον εἶναι ἀνδρείους, ἐπειδὴ τοὺς τοιούτους καὶ ἐν τοῖς τοιούτοις ἀνδρείους λέγειν ἄτοπον φαίνεται. οὐδένα οὖν τῶν τοιούτων ἀνδρεῖον θετέον εἶναι· τὸν [ὁ]ποῖρν οὖν ἀνδρεῖον, καὶ τίς ὁ ἀνδρεῖος σκεπτέον.