Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 21
Aristotle, Magna Moralia 21.1
Not analysed yet
ἡ μὲν οὖν ἀνδρεία καὶ ὁ ἀνδρεῖος τοιοῦτος· σωφροσύνη δʼ ἐστὶν μεσότης ἀκολασίας καὶ ἀναισθησίας τῆς περὶ τὰς ἡδονάς. ἔστιν γὰρ ἡ σωφροσύνη καὶ ἁπλῶς ἅποσα ἀρετὴ ἕξις ἡ βελτίστη, ἡ δὲ βελτίστη ἕξις τοῦ βελτίστου ἐστίν, βέλτιστον δὲ τῆς ὑπερβολῆς καὶ τῆς ἐνδείας τὸ μιέσον· κατʼ ἀμφότερα γάρ εἰσι ψεκτοί, καὶ καθʼ ὑπερβολὴν καὶ κατʼ ἔνδειαν. ὥστε εἴπερ τὸ μέσον βέλτιστον, ἡ σωφροσύνη μεσότης τις ἂν εἴη ἀκολασίας καὶ ἀναισθησίας.