Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 21
Aristotle, Magna Moralia 21.4
Not analysed yet
ὅστις γὰρ τῶν τοιούτων ἡδονῶν τῆς ὑπερβολῆς ἀπέχεται ἢ διὰ φόβον ἢ διʼ ἄλλο τι τῶν τοιούτων, οὐ σώφρων. οὐδὲ γὰρ τἆλλα ζῷα λέγομεν εἶναι σώφρονα ἔξω ἀνθρώπου, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς λόγον, ᾧ δοκιμάζοντα τὸ καλὸν αἱροῦνται. πᾶσα γὰρ ἀρετὴ τοῦ καλοῦ καὶ πρὸς τὸ καλὸν ἐστίν. ὥστε εἴη ἂν ἡ σωφροσύνη περὶ ἡδονὰς καὶ λύπας, καὶ ταύτας τὰς ἐν ἁφῇ καὶ γεύσει γινομένας.