Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 24
Aristotle, Magna Moralia 24.1
Not analysed yet
—ἔστι δὲ καὶ τῆς ἀνελευθεριότητος εἴδη πλείω, οἷον κίμβικάς τινας καλοῦμεν καὶ κυμινοπρίστας καὶ αἰσχροκερδεῖς καὶ μικρολόγους. πάντες δʼ οὗτοι ὑπὸ τὴν ἀνελευθεριότητα πίπτουσιν. τὸ μὲν γὰρ κακὸν πολυειδές, τὸ δʼ ἀγαθὸν μονοειδές, οἷον ἡ μὲν ὑγίεια ἁπλοῦν, ἡ δὲ νόσος πολυειδές. ὁμοίως ἡ μὲν ἀρετὴ ἁπλοῦν, ἡ δὲ κακία πολυειδές. πάντες γὰρ οὗτοι περὶ χρήματά εἰσι ψεκτοί. —πότερον οὖν τοῦ ἐλευθερίου καὶ τὸ κτήσασθαί ἐστι καὶ τὸ παρασκευάσασθαι χρήματα; ἢ οὔ; οὐδὲ γὰρ ἄλλης ἀρετῆς οὐδεμιᾶς. οὔτε γὰρ τῆς ἀνδρείας ἐστὶ τὸ ὅπλα ποιῆσαι, ἀλλʼ ἄλλης, ταύτης δὲ λαβούσης τούτοις ὀρθῶς χρήσασθαι, ὁμοίως ἐπὶ σωφροσύνης καὶ τῶν ἄλλων· οὔτε δὴ τῆς ἐλευθεριότητος, ἀλλʼ ἤδη χρηματιστικῆς.