Ancient Greek
25.2 to 25.3
Aristotle, Magna Moralia 25.2-3
Not analysed yet
οἱ μὲν οὖν εὐκαταφρόνητοι ὄντες καὶ φαῦλοι, μεγάλων δʼ αὑτοὺς ἀξιοῦντες καὶ πρὸς τούτοις τιμᾶσθαι οἰόμενοι δεῖν, χαῦνοι· ὅσοι δὲ ἐλαττόνων αὑτοὺς ἀξιοῦσιν ἢ προσῆκον αὐτοῖς, μικρόψυχοι. ὁ ἄρα μέσος τούτων ἐστὶν ὃς μήτε ἐλάττονος τιμῆς αὑτὸν ἀξιοῖ ἢ προσήκει, μήτε μείζονος ἢ ἄξος ἐστίν, μήτε πάσης· οὗτος δʼ ἐστὶν ὁ μεγαλάψυχφοςι ὥστε δῆλον ὅτι ἡ μεγαλοψυχία μεσότης ἐστὶ χαυνότητος καὶ μικροψυχίας.