# Magna Moralia 3.7

Aristotle, Magna Moralia, Β, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/magna-moralia/3.7

ὡς δʼ αὕτως ὁ ἄδικος. ὅτι μὲν οὖν ἀπλῶς 1159b καὶ ἡ τυραννὶς ἀγαθὸν καὶ ἡ ἀρχὴ καὶ ἡ ἐξουσία, οἶδεν· ἀλλʼ εἰ αὐτῷ ἀγαθὸν ἢ μή, ἢ πότε, ἢ πῶς διακειμένῳ, οὐκέτι οἷδεν. τοῦτο δʼ ἐστὶν μάλιστα τῆς φρονήσεως, ὥστε τῷ ἀκίκῳ οὐ παρακολουθεῖ ἡ φρόνησις. αἱρεῖται γὰρ τἀγαθά, ὑπὲρ ὧν ἀδικεῖ τὰ ἀπλῶς ἀγαθά, οὐ τὰ αὐτῷ ἀγαθά. ὁ γὰρ πλοῦτος καὶ ἡ ἀρχὴ ἁπλῶς μὲν ἀγαθόν, αὐτῷ μέντοι ἴσως οὐκ ἀγαθόν· εὐπορήσας γὰρ καὶ ἄρξας πολλὰ κακὰ αὐτὸς ἑαυτῷ ποιήσει καὶ τοῖς φίλοις· οὐ γὰρ δυνήσεται ἀρχῇ ὀρθῶς χρήσασθαι.

---

Aristotle, Magna Moralia, ed. Franz Susemihl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg022.local001/.
