# Magna Moralia 30

Aristotle, Magna Moralia, ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 30. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/magna-moralia/30
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristotle/magna-moralia/30
CTS URN: urn:cts:greekLit:tlg0086.tlg022:30

εὐτραπελία δʼ ἐστὶ μεσότης βωμολοχίας καὶ ἀγροικίας, ἔστιν δὲ περὶ [τὰ] σκώμματα. ὅ τε γὰρ βωμολόχος ἐστὶν ὁ πάντα καὶ πᾶν οἰόμενος δεῖν σκώπτειν, ὅ τε ἄγροικος ὁ μήτε σκώπτειν βουλόμενος δεῖν μήτε σκωφθῆναι, ἀλλʼ ὀργιζόμενος· ὁ δʼ εὐτράπελος ἀνὰ μέσον τούτων, ὁ μήτε πάντας καὶ πάντως σκώπτων μήτʼ αὖ[τὸς] ἄγροικος ὤν. ἔσται δὲ ὁ εὐτράπελος διττῶς πως λεγόμενος· καὶ γὰρ ὁ δυνάμενος σκῶψαι ἐμμελῶς, καὶ ὃς ἂν ὑπομείνῃ σκωπτόμενος, εὐτράπελος· καὶ ἡ εὐτραπελία τοιαύτη.

---

Aristotle, Magna Moralia, ed. Franz Susemihl. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg022.local001/.
