# Magna Moralia 32

Aristotle, Magna Moralia, ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 32. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/magna-moralia/32
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristotle/magna-moralia/32
CTS URN: urn:cts:greekLit:tlg0086.tlg022:32

ὁ μὲν οὖν φίλος τοιοῦτος· ἀλήθεια δέ ἐστιν μεταξὺ εἰρωνείας καὶ ἀλαζονείας. ἔστι δὴ περὶ λόγους, οὐ πάντας δέ. ὁμὲν γὰρ ἀλαζών ἐστιν ὁ πλείω τῶν ὑπαρχόντων αὑτῳ προσποιούμενος εἶναι, ἢ εἰδέναι ἃ μὴ οἶδεν, ὁ δʼ εἴρων ἐναντίος τούτῳ καὶ ἐλάττω τῶν ὑπαρχόντων προσποιούμενος αὑτῷ εἶναι, καὶ ἃ οἶδεν μὴ φάσκων, ἀλλʼ ἐπικρυπτόμενος τὸ εἰδέναι. ὁ δὲ ἀληθὴς οὐδέτερον τούτων ποιήσει. οὔτε γὰρ προσποιήσεται πλείω τῶν ὑπαρχόντων οὔτʼ ἐλάττω, ἀλλὰ τὰ ὑπάρχοντα αὑτῷ ταῦτα φήσει καὶ εἶναι καὶ εἰδέναι. εἰ μὲν οὖν εἰσιν αὗται ἀρεταὶ ἢ μὴ ἀρεταί, ἄλλος ἂν εἴη λόγος· ὅτι δὲ μεσότητές εἰσι τῶν εἰρημένων, δῆλον. οἱ γὰρ κατʼ αὐτὰς ζῶντες ἔπαινοῦνται.

---

Aristotle, Magna Moralia, ed. Franz Susemihl. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg022.local001/.
