Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.10
Not analysed yet
ἔοικεν δὲ καὶ Πλάτων τῇ ἀναλογίᾳ ταύτῃ τοῦ δικαίου χρῆσθαι ἐν τῇ πολιτείᾳ. ὁ μὲν γὰρ γεωργός, φησί, σῖτον ποιεῖ, ὁ δʼ οἰκοδόμος οἰκίαν, ὁ δὲ ὑφάντης ἱμάτιον, ὁ δὲ σκυτοτόμος ὑπόδημα. ὁ μὲν οὖν γεωργὸς τῷ οἰκοδόμῳ σῖτον δίδωσιν, ὁ δʼ οἰκοδόμος τῷ γεωργῷ οἰκίαν· ὁμοίως δὲ οἱ ἄλλοι πάντες οὕτως ἔχουσιν ὥστε τὰ παῤ αὑτοῖς ἀντικαταλλάττεσθαι τῶν παρὰ τοῖς ἄλλοις.