Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.20
Not analysed yet
λέγω δʼ οἷον εἰ τῇ ἀριστερᾷ μελετῷμεν πάντες ἀεὶ βαλλειν, γινοίμεθα ἂν ἀμφιδέξιοι· ἀλλὰ φύσει γε ἀριστερὰ ἐστίν, καὶ τὰ δεξιὰ οὐδὲν ἧττον φύσει βελτίω ἐστὶ τῆς ἀριστερᾶς, κἂν πάντα ποιῶμεν τῇ ἀριστερᾷ καθάπερ τῇ δεξιῷ. οὐδʼ ὅτι μεταπίπτουσι, διὰ τοῦτο οὖκ ἔστιν φύσει· ἀλλʼ εἰ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸν πλείω χρόνον οὕτω διαμένει ἡ ἀριστερὰ οὖσα ἀριστερὰ καὶ ἡ δεξιὰ δεξιά, τοῦτο φύσει ἐστίν.