Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.26
Not analysed yet
ὁμοίως [καὶ] ἐπὶ τῶν ἄλλων ἀγνοιῶν ὅσαι μὲν γίνονται διʼ αὐτούς, οἱ κατὰ ταύτας ἀδικοῦντες ἄδικοι· ὧν δὲ μὴ αὐτοί εἰσιν αἴτιοι, ἀλλʼ ἡ ἄγνοια κἀκείνοις ἐφτὶν αἰτία τοῖς πράξασι τοῦ πρᾶξαι, οὐκ ἄδικοι. ἔστιν δʼ ἡ τοιαύτη ἄγνοια ἡ φυσική, οἷον τὰ παιδία ἀγνοοῦντα τοὺς πατέρας τύπτουσιν, ἀλλʼ ἡ ἐν τούτοις ἄγνοια φυσικὴ οὖσα οὐ ποιεῖ διὰ τὴν πρᾶξιν ταύτην τὰ παιδία λέγεσθαι ἄδικα· ἡ γὰρ ἄγνοια αἰτία τοῦ πράττειν ταῦτα, τῆς δʼ ἀγνοίας οὐκ αὐτὰ αἴτια, διὸ οὐδʼ ἄδικα λέγονται.