# Magna Moralia 33.3

Aristotle, Magna Moralia, ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/magna-moralia/33.3

ἓν μὲν δή τι δίκαιον ἔν τε τούτοις ἐστὶ καὶ περὶ ταῦτα· ἀλλὰ μὴν οὐ τοῦτο τὸ δίκαιον οὐδὲ τὴν περὶ ταῦτα δικαιοσύνην ζητοῦμεν. κατὰ μὲν γὰρ ταῦτα τὰ δίκαια ἔστιν καθʼ ἑαυτὸν ὄντα δίκαιον εἶναι (ὁ γὰρ σώφρων καὶ ὁ ἀνδρεῖος καὶ ὁ ἐγκρατὴς καὶ αὐτὸς καθʼ ἑαυτόν ἐστι τοιοῦτος)· ἀλλὰ τὸ δίκαιον τὸ πρὸς ἕτερον ἄλλο τοῦ εἰρημένου κατὰ νόμον δικαίου ἐστίν. οὐ γὰρ ἔσττιν ἐν τοῖς πρὸς ἕτερον δικαίοις οὖσιν καθʼ αὑτὸν εἶναι δίκαιον. τοῦτο δʼ ἐστὶν ὃ ζητοῦμεν δίκαιον καὶ τὴν δικαιοσύνην τὴν περὶ ταῦτα.

---

Aristotle, Magna Moralia, ed. Franz Susemihl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg022.local001/.
