# Magna Moralia 33.4-8

Aristotle, Magna Moralia, 33.4 to 33.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/magna-moralia/33.4

τὸ τοίνυν δίκαιον ἐδτιν τὸ πρὸς ἕτερον ὡς ἁπλῶς εἰπεῖν τὸ ἴσον. τὸ γὰρ ἄδικον τὸ ἄνισον ἐστίν· ὅταν γὰρ τῶν μὲν ἀγαθῶν τὰ μείζω αὑτοῖς νέμωσι, τῶν δὲ κακῶν τὰ ἐλάσσονα, ἄνισον τοῦτʼ ἐστί, καὶ οὕτως ἀδικεῖν καὶ ἀδικεῖσθαι οἴονται. δῆλον ἄρα ὅτι ἐπειδὴ ἡ ἀδικία ἐν ἀνίσοις, ἡ δικαιοσύνη καὶ τὸ δίκαιον ἐν ἰσότητι συμβολαίων. ὥστε δῆλον ὅτι ἡ δικαιοσύνη μεσόυης τις ἂν εἴη ὑπερσχῆς καὶ ἐλλείψεως καὶ πολλοῦ καὶ ὀλίγου. ὅ τε γὰρ ἄδικος τῷ ἀδικεῖν πλεῖον ἔχει, καὶ ὁ ἀδικούμενος δὲ τῷ ἀδικεῖσθαι ἔλαττον· τὸ δέ γε μέσον τούτωον δίκαιον ἐστί. τὸ δὲ μέσον ἔσον· ὥστε τὸ ἔσον ἂν πλείονος καὶ ἐλάττονος εἴη δίκαιον, καὶ δίκαιος δὲ ὁ τὸ ἴσον βουλόμενος ἔχειν. τὸ δέ γε ἴσον ἐν ἐλαχίστοις δυσὶν ἐγγίνεται· τὸ ἄρα πρὸς ἕτερον ἴσον εἶναι δίκαιον ἐστί, καὶ δίκαιος ὁ τοιοῦτος ἂν εἴη. ἑπεὶ οὖν ἡ δικαιοσύνη ἐν δικαίῳ καὶ ἐν ἴσῳ καὶ ἐν μεσότητι, 〈καὶ〉 τὸ μὲν δίκαιον [ἐν] τισὶ λέγεται δίκαιον, τὸ δὲ ἴσον ἔν τισιν ἴσον, τὸ δὲ μέσον τισὶ μέσον· ὥστε ἡ δικκιοσύνη καὶ τὸ δίκαρον ἔσται καὶ πρός τινας καὶ ἐν τισίν.

---

Aristotle, Magna Moralia, ed. Franz Susemihl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg022.local001/.
