Ancient Greek · ~3 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 4
Aristotle, Magna Moralia 4.9
Not analysed yet
τί οὖν, ἂν τις εἴποι, πότερον καὶ τούτου τοῦ μορίου τῆς ψυχῆς ἔστιν ἀρετή; εἰ γὰρ ἔστι, δῆλον ὅτι καὶ ταύτῃ δεήσει ἐνεργεῖν· τῆς γὰρ τελείας ἀρετῆς ἡ ἐνέργεια εὐδαιμονία. εἰ μὲν οὖν ἔστιν ἀρετὴ τούτου ἢ μὴ ἔστιν, ἄλλος λόγος· εἰ δʼ ἄρα ἔστιν, οὐκ ἔστιν ταύτης ἐνέργεια. ὧν γὰρ μὴ ἔστιν ὁρμή, οὐδʼ ἐνέργεια τούτων ἔσται· οὐκ ἔοικεν δὲ εἶναι ὁρμὴ ἐν τῷ μορίῳ τούτῳ, ἀλλʼ ὅμοιον ἔοικεν εἶναι τῷ πυρί. καὶ γὰρ ἐκεῖνο ὅ τι ἂν ἐμιβάλῃς καταναλώσει, κἂν μὴ ἐμβάλῃς, οὐκ ἔχει ὁρμὴν πρὸς τὸ λαβεῖν. οὕτω καὶ τοῦτο τὸ μόριον τῆς ψυχῆς ἔχει· ἂν μὲν γὰρ ἐμβάλῃς τροφήν, τρέφει, ἂν δὲ μὴ ἐμβάλῃς τροφήν, οὐκ ἔχει ὁρμὴν τοῦ τρέφειν. διὸ οὐδὲ ἐνέργεια οὗ μηδὲ ὁρμή. ὥστʼ οὐδὲν συνεργεῖ τὸ μόριον τοῦτο πρὸς τὴν εὐδαιμονίαν.