# Magna Moralia 4

Aristotle, Magna Moralia, Β, Chapter 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/magna-moralia/4
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/aristotle/magna-moralia/4
CTS URN: urn:cts:greekLit:tlg0086.tlg022:4

ταῦτα μὲν μέχρι τούτου· μετὰ δὲ ταῦτα ἀναγκαῖόν ἐστιν ἑτέραν ἀρχὴν ποιησαμένοις λέγειν ὑπὲρ ἐγκρατείας καὶ ἀκρασίας. ὥσπερ δὲ [καὶ] ἡ ἀρετὴ καὶ ἡ κακία αὗταί εἰσιν ἄτοποι, ὡσαύτως ἀναγκαῖον καὶ τοὺς περὶ τούτων λόγους λεχθησομένους ἀτόπους γίνεσθαι· οὐ γὰρ ὁμοία ἡ ἀρετὴ αὕτη ἐστὶν ταῖς ἄλλαις. ἐν μὲν γὰρ ταῖς ἄλλαις ἐπὶ ταὐτὰ καὶ ὁ λόγος καὶ τὰ πάθη ὁρμῶσιν καὶ οὐκ ἐναντιοῦνται ἀλλήλοις, ἐπὶ δὲ ταύτης ἐναντιοῦνται ἀλλήλοις ὅ τε λόγος καὶ τὰ πάθη. — ἔστι δὲ τρία τὰ ἐν τῇ ψυχ γινόμενα, καθʼ ἃ φαῦλοι λεγόμεθα, κακία ἀκρασία θηριότης. ὑπὲρ μὲν οὖν κακίας καὶ ἀρετῆς τί ἐστι καὶ ἐν τίσιν, εἴρηται ἡμῖν ἐν τοῖς ἐπάνω· νῦν δὲ ὑπὲρ ἀκρασίας καὶ θηριότητος λεκτέον ἂν εἴη.

---

Aristotle, Magna Moralia, ed. Franz Susemihl. Text: Open Greek and Latin (First1KGreek), via The Greek Library, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg022.local001/.
