Ancient Greek · ~2 min
Β, Chapter 6
Aristotle, Magna Moralia 6.22
Not analysed yet
ἠπορεῖτο δὲ περὶ τί ποτʼ ἐστὶν ἡ ἀκρασία. περὶ μὲν οὖν τιμὴν οὐκ ἔστιν ἀπλῶς ἀκρατής· ἐπαινεῖται γάρ πως ὁ περὶ τιμὴν ἀκρατής· φιλότιμος γάρ τις [ἐστίν]. τὸ δʼ ὅλον λέγομεν καὶ ἐπὶ τῶν τοιούτων τὸν ἀκρετῆ προστιθέντες, περὶ τιμὴν ἀκρατὴς ἢ δόξαν ἢ ὀργήν. ἀλλὰ τῷ ἀπλῶς ἀκρατεῖ οὐ προστίθεμεν περὶ ἅ, ὡς ὑπάρχοντος αὐτῷ καὶ φανεροῦ ὄντος ἄνευ τῆς προσθέσεως, περὶ ἐστίν· ἔστιν γὰρ περὶ ἡδονὰς καὶ λύπας τὰς σωματικὰς ὁ ἀπλῶς ἀκρατής.