Ancient Greek · ~7 min
6.27 to 6.32
Aristotle, Magna Moralia 6.27-32
Not analysed yet
πότερον δὲ καὶ ἡ ἐγκράτεια καὶ ἡ καρτερία ταὑτόν ἐστιν; ἢ οὔ; ἡ μὲν γὰρ ἐγκράτειά ἐστι περὶ ἡδονὰς καὶ ὁ ἐγκρατὴς ὁ κρατῶν τῶν ἡδονῶν, ἡ δὲ καρτερία περὶ λύπας· ὁ γὰρ καρτερῶν καὶ ὑπομένων τὰς λύπας, οὗτος καρτερικὸς ἐστίν. πάλιν ἡ ἀκρασία καὶ ἡ μαλακία οὐκ ἔστιν ταὐτόν· ἡ μὲν γὰρ μαλακία ἐστὶν καὶ ὁ μαλακὸς ὁ μὴ ὑπομένων πόνους, οὐχ ἅπαντας δὲ ἀλλʼ οὓς ἀναγκαίως ἂν ἄλλος τις ὑπομείνειεν, ὁ δʼ ἀκρατὴς ὁ μὴ δυνάμενος ὑπομένειν ἡδονάς, ἀλλὰ καταμαλακιζόμενος καὶ ὑπὸ τούτων ἀγόμενος. ἔστιν αὖ πάλον τις καλούμενος ἀπόλαστος· πότερον οὖν ὁ ἀκόλαστος ἀκρατὴς] καὶ ὁ ἀκρατὴς ὁ αὐτός; ἢ οὔ; ὁ μὲν γὰρ ἀκόλαστος τοιοῦτός τις οἷος οἴεσθαι, ἃ πράττει, ταῦτα καὶ βέλτιστα εἶναι αὐτῷ καὶ συμφορώτατα, καὶ λόγον οὐδένα ἔχειν ἐναντιούμενον τοῖς αὐτῷ φαινομένοις ἡδέσιν· ὁ δὲ ἀκράτὴς λόγον ἔχει ὃς ἐναντιοῦται αὐτῷ, ἐφʼ ἃ ἡ ἐπιθυμία ἄγει. πὀτερος δὲ εὐιατότερος, ὁ ἀκόλαστος ἢ ὁ ἀκρατής; οὕτω μὲν οὖν δόξειεν ἂν ἴσως οὐχ ὁ ἀκρατής· ὁ γὰρ ἀκόλαστος εὐιατότερος· εἰ γὰρ αὐτῷ λόγος ἐγγένοιτο ὁ διδάξων ὅτι φαῦλα, οὐκέτι πράξει· τῷ δέ γε ἀκρατεῖ ὑπάρχει ὁ λόγος, καὶ ὅμως πράττει, ὥστε ἂν ὁ τοιοῦτος δόξειεν ἀνίατος εἶναι. —ἀλλὰ πότερος διάκειται χεῖρον, ᾧ μηδὲν ἀγαθόν τι ὑπάρχει, ⟨ἢ ᾧ ἀγαθόν τέ τι ὑπάρχει〉 καὶ τὰ κακὰ ταῦτα; ἢ δῆλον ὅτι ἐκεῖνος, καὶ ὅσῳ γε τιμιώτερον κακῶς διάκειται. ἔστι τοίνυν ὁ μὲν ἀκρατὴς ἀγαθὸν ἔχων τὸν λόγον ὀρθὸν ὄντα· ὁ δὲ ἀκόλαστος οὐκ ἔχει. ἔτι ἐστὶν ὁ λόγος ἑκάστου ἀρχή· τοῦ μὲν οὖν ἀκρατοῦς ἡ ἀρχὴ τιμιώτατον ὂν εὖ διάκειται, τοῦ δὲ ἀκολάστουκακῶς· ὥστε χείρων ἂν εἴη ὁ ἀκόλαστος τοῦ ὠκρατοῦς.