# Magna Moralia 6.33

Aristotle, Magna Moralia, Β, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/aristotle/magna-moralia/6.33

ἔτι ὥσπερ καὶ ἐπὶ τῆς θηριότητος ἧς ἐλέγομεν κακίας οὐκ ἔστιν ἰδεῖν ἐν θηρίῳ οὖσαν, ἀλλʼ ἐν ἀνθρώπῳ· ἡ γὰρ θηριότης ὄνομά ἐστιν τῇ ὑπερβαλλούσῃ κακίᾳ — διὰ τί; διʼ οὐδὲν ὅτι ἀρχὴ φαύλη ἐν θηρίῳ οὐκ ἔστιν· ἔστιν δὲ ἡ ἀρχὴ ὁ λόγος. ἐπεὶ πότερος ἂν πλείω κακὰ ποιήσειεν, λέων, ἢ Διονύσιος ἢ Φάλαρις ἢ Κλέαρχος ἢ τις τούτων τῶν μοχθηρῶν; δῆλον ὅτι οὗτοι; ἡ γὰρ ἀρχὴ ἐνοῦσα φαύλη μεγάλα συμβάλλεται, ἐν δὲ θηρίῳ ὅλως οὐκ ἔστιν ἀρχή.

---

Aristotle, Magna Moralia, ed. Franz Susemihl. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0086.tlg022.local001/.
