Ancient Greek · ~2 min
Β, Chapter 6
Aristotle, Magna Moralia 6.36
Not analysed yet
ἔτι τέ ἐστιν τῷ λόγῳ προλαβόντα μηθὲν παθεῖν, ὅτι ἥξει γυνὴ εὐπρόσωπος, δεῖ οὖν κατασχεῖν αὐτόν. τῷ δὴ τοιούτῳ λόγῳ προκαταλαβὼν ὁ ἐκ τῆς προσφάτου φαντασίας ἀκρατὴς οὐδὲν πείσεται οὐδὲ πράξει οὐδὲν αἰσχρόν. ὁ δὲ τῷ λόγῳ μὲν εἰδὼς ὅτι οὐ δεῖ, πρὸς δὲ τὴν ἡδονὴν ἐνδιδοὺς καὶ καταμαλακιζόμενος, ὁ τοιοῦτος ψεκτότερος. οὔτε γὰρ ὁ σπουδαῖος οὐδέποτε οὕτω γένοιτʼ ἂν ἀκρατής, ὅ τε λόγος προκαταλαβὼν οὐκ ἂν ἰάσαιτο. ἡγεμὼν γὰρ οὗτος ἐν αὐτῷ ὑπάρχει, ᾧ οὔτι πειθαρχεῖ, ἀλλὰ τῇ ἡδονῇ . ἐνδίδωσιν, καὶ καταμαλακίζεται καὶ ἐξασθενεῖ πώς.